Ὥριμοι στή σύνεση
νήπιοι στήν δολιότητα!
(Μέ μία μόνο εἰκόνα!)
*
1 Ἐν
ἐκείνῃ τῇ ὥρᾳ προσῆλθον οἱ
μαθηταὶ τῷ ᾿Ιησοῦ λέγοντες· τίς
ἄρα μείζων ἐστὶν ἐν τῇ
βασιλείᾳ τῶν οὐρανῶν;
2 καὶ
προσκαλεσάμενος ὁ ᾿Ιησοῦς παιδίον ἔστησεν
αὐτὸ ἐν μέσῳ αὐτῶν καὶ
εἶπεν·
3 ἀμὴν
λέγω ὑμῖν, ἐὰν μὴ στραφῆτε
καὶ γένησθε ὡς τὰ παιδία, οὐ μὴ
εἰσέλθητε εἰς τὴν βασιλείαν τῶν
οὐρανῶν.
4 ὅστις
οὖν ταπεινώσει ἑαυτὸν ὡς τὸ παιδίον
τοῦτο, οὗτός ἐστιν ὁ μείζων ἐν
τῇ βασιλείᾳ τῶν οὐρανῶν.
5 καὶ
ὃς ἐὰν δέξηται παιδίον τοιοῦτον ἓν
ἐπὶ τῷ ὀνόματί μου, ἐμὲ
δέχεται·
(Κατά Ματθ. 18)
Δεν υπάρχουν σχόλια:
Δημοσίευση σχολίου