"Ἐπειδή
περ ἔγνωμεν ἐν τῇ Ἀρμενίων χώρᾳ, μόνους ἐν κλήρῳ, τοὺς ἐκ γένους
ἱερατικοῦ κατατάττεσθαι, Ἰουδαϊκοῖς ἔθεσιν ἑπομένων τῶν τοῦτο πράττειν
ἐπιχειρούντων, τινὰς δὲ αὐτῶν καὶ μὴ ἀποκειρομένους, ἱεροψάλτας, καὶ
ἀναγνώστας τοῦ θείου ναοῦ καθίστασθαι· συνείδομεν, ὥστε ἀπὸ τοῦ νῦν, μὴ
ἐξεῖναι τοῖς εἰς κλῆρον βουλομένοις προάγειν τινάς, εἰς τὸ γένος
ἀποβλέπειν τοῦ προχειριζομένου· ἀλλὰ δοκιμάζοντες, εἰ ἄξιοι εἶεν, κατὰ
τοὺς τεθέντας ἐν τοῖς ἱεροῖς κανόσιν ὄρους, ἐν κλήρῳ καταλεγῆναι,
τούτους ἐκκλησιαστικοὺς προχειρίζεσθαι, εἴτε καὶ ἐκ προγόνων γεγόνασιν
ἱερέων, εἴτε καὶ μή. Ἀλλὰ μηδέ τινα τῶν ἁπάντων συγχωρεῖν ἐπ' ἄμβωνος,
κατὰ τὴν τῶν ἐν τῷ κλήρῳ καταλεγομένων τάξιν, τοὺς θείους τῷ λαῷ λόγους
ἀποφωνεῖν· εἰ μή τι ἂν ἱερατικῇ κουρᾷ χρήσηται ὁ τοιοῦτος, καὶ τὴν
εὐλογίαν ὑπὸ τοῦ οἰκείου ποιμένος κανονικῶς ὑποδέξηται. Εἰ δέ τις
φωραθείη παρὰ τὰ προγεγραμμένα ποιῶν, ἀφοριζέσθω."
Κανών ΙΕ΄(15ος) τῆς ἐν Λαοδικείᾳ Τοπικῆς Συνόδου: